Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.33 Joseph. BJ 4.40 (English) >>Joseph. BJ 4.46

4.38τῶν δʼ ἐν αὐτῇ διαλαλούντων παρὰ δεῖπνον ὅσα κατὰ τῶν Ῥωμαίων περὶ σφῶν δῆμος ἐβουλεύετο κατακροασάμενος, ἦν δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ Σύροι, νύκτωρ

-- --

ἐπανίσταται καὶ πάντας ἀποσφάξας μετὰ τῶν στρατιωτῶν εἰς τοὺς Ῥωμαίους διασώζεται. 4.39

Οὐεσπασιανὸς δʼ ἀθυμοῦσαν τὴν στρατιὰν ἀνοίᾳ πταισμάτων καὶ διότι τέως οὐδαμοῦ τηλικαύτῃ συμφορᾷ κέχρηντο, τό γε μὴν πλέον αἰδουμένους ἐπὶ τῷ τὸν στρατηγὸν μόνον τοῖς κινδύνοις ἐγκαταλιπεῖν παρεμυθεῖτο, 4.40περὶ μὲν τοῦ καθʼ αὑτὸν ὑποστελλόμενος, ὡς μηδὲ τὴν ἀρχὴν μέμφεσθαι δοκοίη, δεῖν δὲ τὰ κοινὰ λέγων ἀνδρείως φέρειν τὴν τοῦ πολέμου φύσιν ἐννοοῦντας, ὡς οὐδαμοῦ τὸ νικᾶν ἀναιμωτὶ περιγίνεται, δαπανᾷ δʼ τύχη τι καὶ παρίσταται. 4.41τοσαύτας μέντοι μυριάδας Ἰουδαίων ἀνελόντας αὐτοὺς ὀλίγην τῷ δαίμονι δεδωκέναι συμβολήν. 4.42εἶναι δʼ ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐπραγίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν· ὀξεῖα γὰρ ἐν ἀμφοτέροις μεταβολή, κἀκεῖνος ἄριστος κἀν τοῖς εὐτυχήμασιν νήφων, ἵνα μένῃ καὶ διʼ εὐθυμίας ἀναπαλαίων τὰ σφάλματα. 4.43τὰ μέντοι συμβεβηκότα νῦν οὔτε μαλακισθέντων ὑμῶν οὔτε παρὰ τὴν τῶν Ἰουδαίων ἀρετὴν γέγονεν, ἀλλὰ κἀκείνοις τοῦ πλεονεκτῆσαι καὶ τοῦ διαμαρτεῖν ἡμῖν αἴτιον δυσχωρία.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.33 Joseph. BJ 4.40 (English) >>Joseph. BJ 4.46

Powered by PhiloLogic